Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.212.3 | Hdt. 1.214.3 (English) | >>Hdt. 1.216.2 |
1.214.1
καὶ δὴ οὗτος μὲν τρόπῳ τοιούτῳ τελευτᾷ · Τόμυρις δέ , ὥς οἱ Κῦρος οὐκ ἐσήκουσε , συλλέξασα πᾶσαν τὴν ἑωυτῆς δύναμιν συνέβαλε Κύρῳ . ταύτην τὴν μάχην , ὅσαι δὴ βαρβάρων ἀνδρῶν μάχαι ἐγένοντο , κρίνω ἰσχυροτάτην γενέσθαι , καὶ δὴ καὶ πυνθάνομαι οὕτω τοῦτο γενόμενον .
1.214.2 πρῶτα μὲν γὰρ λέγεται αὐτοὺς διαστάντας ἐς ἀλλήλους τοξεύειν , μετὰ δὲ ὥς σφι τὰ βέλεα ἐξετετόξευτο , συμπεσόντας τῇσι αἰχμῇσί τε καὶ τοῖσι ἐγχειριδίοισι συνέχεσθαι . χρόνον τε δὴ ἐπὶ πολλὸν συνεστάναι μαχομένους καὶ οὐδετέρους ἐθέλειν φεύγειν . τέλος δὲ οἱ Μασσαγέται περιεγένοντο ,
1.214.3 ἥ τε δὴ πολλὴ τῆς Περσικῆς στρατιῆς αὐτοῦ ταύτῃ διεφθάρη καὶ δὴ καὶ αὐτὸς Κῦρος τελευτᾷ , βασιλεύσας τὰ πάντα ἑνὸς δέοντα τριήκοντα ἔτεα .
1.214.4 ἀσκὸν δὲ πλήσασα αἵματος ἀνθρωπηίου Τόμυρις ἐδίζητο ἐν τοῖσι τεθνεῶσι τῶν Περσέων τὸν Κύρου νέκυν , ὡς δὲ εὗρε , ἐναπῆκε αὐτοῦ τὴν κεφαλὴν ἐς τὸν ἀσκόν , λυμαινομένη δὲ τῷ νεκρῷ ἐπέλεγε τάδε ·
1.214.5 “σὺ μὲν ἐμὲ ζῶσάν τε καὶ νικῶσάν σε μάχῃ ἀπώλεσας , παῖδα τὸν ἐμὸν ἑλὼν δόλῳ · σὲ δʼ ἐγώ , κατά περ ἠπείλησα , αἵματος κορέσω .” τὰ μὲν δὴ κατὰ τὴν Κύρου τελευτὴν τοῦ βίου , πολλῶν λόγων λεγομένων , ὅδε μοι ὁ πιθανώτατος εἴρηται .
ch. 215
1.215.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.212.3 | Hdt. 1.214.3 (English) | >>Hdt. 1.216.2 |